Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.109 Joseph. AJ 4.114 (English) >>Joseph. AJ 4.117

4.112

Καὶ μὲν ταῦτα τοῦ θεοῦ κελεύσαντος ἥκει πρὸς Βάλακον. δεξαμένου δὲ αὐτὸν τοῦ βασιλέως ἐκπρεπῶς ἠξίου προαχθεὶς ἐπί τι τῶν ὀρῶν σκέψασθαι, πῶς τὸ τῶν Ἑβραίων ἔχοι στρατόπεδον. Βάλακος δʼ αὐτὸς ἀφικνεῖται τὸν μάντιν σὺν βασιλικῇ θεραπείᾳ φιλοτίμως ἀγόμενος εἰς ὄρος, ὅπερ ὑπὲρ κεφαλῆς αὐτῶν ἔκειτο τοῦ στρατοπέδου σταδίους ἀπέχον ἑξήκοντα. 4.113κατιδὼν δʼ αὐτοὺς ἐκεῖνος βωμούς τε ἐκέλευσεν ἑπτὰ δείμασθαι τὸν βασιλέα καὶ τοσούτους ταύρους καὶ κριοὺς παραστῆσαι· ὑπουργήσαντος δὲ διὰ ταχέων τοῦ βασιλέως ὁλοκαυτεῖ τυθέντας, 4.114ὡς τρόπον εἶδε σημαινομένην, “ λεώς, φησίν, οὗτος εὐδαίμων, θεὸς δίδωσι μυρίων κτῆσιν ἀγαθῶν καὶ σύμμαχον εἰς ἅπαντα καὶ ἡγεμόνα τὴν ἑαυτοῦ πρόνοιαν ἐπένευσεν. ὡς οὐδέν ἐστιν ἀνθρώπινον γένος, οὗ μὴ κατʼ ἀρετὴν καὶ ζήλωσιν ἐπιτηδευμάτων ἀρίστων καὶ καθαρῶν πονηρίας ὑμεῖς ἀμείνους κριθήσεσθε καὶ παισὶ βελτίοσιν αὐτῶν ταῦτα καταλείψετε, θεοῦ μόνους ὑμᾶς ἀνθρώπους ἐφορῶντος καὶ ὅθεν ἂν γένοισθε πάντων εὐδαιμονέστεροι τῶν ὑπὸ τὸν ἥλιον ἐκπορίζοντος. 4.115γῆν τε οὖν ἐφʼ ἣν ὑμᾶς αὐτὸς ἔστειλε καθέξετε δουλεύσουσαν αἰεὶ παισὶν ὑμετέροις καὶ τοῦ περὶ αὐτῶν κλέους ἐμπλησθήσεται πᾶσα γῆ καὶ θάλασσα, ἀρκέσετε δὲ τῷ κόσμῳ παρασχεῖν ἑκάστῃ γῇ τῶν ἀφʼ ὑμετέρου γένους οἰκήτορας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.109 Joseph. AJ 4.114 (English) >>Joseph. AJ 4.117

Powered by PhiloLogic